previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


15.

ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται.

τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν.

ἱκαναὶ δὲ καὶ αἱ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες: τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤΡ῾ωμένοι, μὲν ἔνθεν, δ᾽ ἔνθεν ἀντιτείνοντες.

τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς, καὶ ἢν μηροῦ.

καὶ ἐπιδεῖν δὲ οὕτως, ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς: οὐ γὰρ ταὐτὰ ξυμφέρει σκέλει τε καὶ χειρί.

πήχεος μὲν γὰρ καὶ βραχίονος ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς, τὰ σχήματα τῶν σαρκῶν ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος: ἀδύνατος γὰρ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον: οὐ γὰρ πολλάκις ἐν τοιούτῳ

εἴθισται ἐσχηματίσθαι, ἀλλ᾽ ἐν τῷ ξυγκεκάμφθαι: καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσι, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται.

σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσιν καὶ ἐν τῷ ἑστάναι εἴθισται ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ σμικροῦ δεῖν ἐκτετάσθαι: καὶ εἴθισται καθεῖσθαι ἐς τὸ κάτω κατὰ φύσιν, καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα: διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ: καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστίν: ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ ξυγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.

διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος, οὔτε κατάτασις, οὔτε ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτή.

ἢν μὲν οὖν ἱκανὴ κατάτασις ἀπὸ τῶν ἀνδρῶν , οὐ δεῖ μάτην πονέεσθαι: καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηδὲν δέον: ἢν δὲ μὴ ἱκανὴ κατάτασις ἀπὸ τῶν ἀνδρῶν, καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκέων προσφέρειν,

ἥν τινά γε προσχωρέοι.

ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, Ρ῾ηΐδιον ἤδη κατορθώσασθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: