Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
25.
τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα,
οἷον στήθει,
πλευρῇσι,
κεφαλῇ,
καὶ τοῖσιν ἄλλοισιν,
ὅσα τοιαῦτα:
τὰ μὲν,
σφυγμῶν ἕνεκεν,
ὡς μὴ ἐνσείηται:
τὰ δὲ,
καὶ τῶν διαστασίων τῶν
κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν,
ἐρεισμάτων χάριν:
ἐπί τε βηχέων,
ἢ πταρμέων,
ἢ ἄλλης κινήσιος,
οἷα τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται.
τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος:
ᾗ
μὲν γὰρ τὰ σίνη,
μάλιστα πιέζει:
ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει:
ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα,
ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν,
μηδὲ μᾶλλον ἢ ὥστε τῶν
διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων,
μηδὲ τὰς
βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν,
ἀλλ᾽ ὥστε ἀποστήριγμα
εἶναι,
ὡς μήτε διαναγκάζηται,
μήτε ἐνσείηται.