previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


12.

κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα:

μῆκος, ὅση ἐπίδεσις: πλάτος τριῶν τεσσάρων δακτύλων: πάχος, τριπτύχους τετραπτύχους: πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν, μηδὲ ἐλλείπειν: οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα: πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα.

τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο: τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ: τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλακατὰ λόγον.

δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω.

Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος: πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤΡ῾εψιν, μηδὲ ἐκθήλυνσιν: μῆκος δὲ καὶ πλάτος, τριῶν, τεσσάρων,

πέντε, ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.

καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν: μαλθακὰ δὲ, μὴ παχέα: ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.

νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ᾽ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ἐξήριπε τὸ κάτηγμα.

ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους σφυρὰ, τῇ θέσει, τῇ βραχύτητι.

Παραιρήμασι δὲ ἑρμάζειν,

μὴ πιέζειν τὸ πρῶτον.

κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: