previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


15.

φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται.

ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι ῾ἢν καὶ ἄλλως μὴ μέλλᾐ, ἢν καὶ σὰρξ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται: πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον.

καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται.

κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι.

ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα: οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα

τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη: ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι.

ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος: οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος.

δ᾽ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον: ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται: τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: