previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


10.

πρῶτον δὲ χρὴ τὸν τρωματίην σποπεῖσθαι, ὅπη ἔχει τὸ τρῶμα τῆς κεφαλῆς, ἐἴτ᾽ ἐν τοῖσιν ἰσχυροτέροισιν, εἴτ᾽ ἐν τοῖσιν ἀσθενεστέροισι, καὶ τὰς τρίχας καταμανθάνειν τὰς περὶ τὸ ἕλκος, εἰ διακεκόφαται ὑπὸ τοῦ βέλεος, καὶ εἰ ἔσω ἤϊσαν ἐς τὸ τρῶμα: καὶ ἢν τοῦτο , φάναι κινδυνεύειν τὸ ὀστέον ψιλὸν εἶναι τῆς σαρκὸς, καὶ ἔχειν τι σίνος τὸ ὀστέον ὑπὸ τοῦ βέλεος.

ταῦτα μὲν οὖν χρὴ ἀπόπροσθεν σκεψάμενον λέξαι, μὴ ἁπτόμενον τοῦ ἀνθρώπου: ἁπτόμενον δ᾽ ἤδη πειρᾶσθαι εἰδέναι σάφα, εἴ ἐστι ψιλὸν τὸ ὀστέον τῆς σαρκὸς, οὔ: καὶ ἢν μὲν καταφανὲς τοῖσιν ὀφθαλμοῖσι τὸ ὀστέον ψιλόν: εἰ δὲ μὴ, τῇ μήλῃ σκέπτεσθαι.

καὶ ἢν μὲν εὕρῃς

ψιλὸν ἐὸν τὸ ὀστέον τῆς σαρκὸς, καὶ μὴ ὑγιὲς ἀπὸ τοῦ τρώματος, χρὴ τοῦ ἐν τῷ ὀστέῳ ἐόντος τὴν διάγνωσιν πρῶτα ποιέεσθαι, ὁρέοντα ὅσον τέ ἐστι τὸ κακὸν, καὶ τίνος δεῖται ἔργου.

χρὴ δὲ καὶ ἐρωτᾷν τὸν τετρωμένον, ὅκως ἔπαθε καὶ τίνα τρόπον.

ἢν δὲ μὴ καταφανὲς τὸ ὀστέον, εἰ ἔχει τι κακὸν μὴ ἔχει, πολλῷ ἔτι χρὴ μᾶλλον τὴν ἐρώτησιν ποιέεσθαι, ψιλοῦ ἐόντος τοῦ ὀστέου, τὸ τρῶμα ὅκως ἐγένετο, καὶ ὅντινα τρόπον: τὰς γὰρ φλάσιας καὶ τὰς Ρ῾ωγμὰς τὰς οὐ φαινομένας ἐν τῷ ὀστέῳ, ἐνεούσας δὲ, ἐκ τῆς ὑποκρίσιος τοῦ τετρωμένου πρῶτον διαγινώσκειν πειρῆσθαι, εἴ τι πέπονθε τουτέων τὸ ὀστέον οὐ πέπονθεν, ἔπειτα δὲ καὶ λόγῳ καὶ ἔργῳ ἐξελέγχειν πλὴν μηλώσιος.

Μήλωσις γὰρ οὐκ ἐξελέγχει, εἰ πέπονθέ τι τουτέων τῶν κακῶν τὸ ὀστέον, καὶ εἴ τι ἔχει ἐν ἑωυτέῳ, οὐ πέπονθεν: ἀλλ᾽ ἕδρην τε τοῦ βέλεος ἐξελέγχει μήλωσις, καὶ ἢν ἐμφλασθῇ τὸ ὀστέον ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, καὶ ἢν ἰσχυρῶς Ρ῾αγῇ τὸ ὀστέον, ἅπερ καὶ τοῖσιν ὀφθαλμοῖσι καταφανέα ἐστὶν ὁρῶντα γιγνώσκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: