next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1.

τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς, οὐδὲ αἱ Ρ῾αφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν.

ἀλλ᾽ ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν ῾ἡ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλὀ, τουτέου εἰσὶν αἱ Ρ῾αφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ, ὡς γράμμα τὸ ταῦ, Τ, γράφεται: τὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαν: τὴν δ᾽ ἑτέρην γραμμὴν ἔχει διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί.

ὅστις δ᾽ ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει, αἱ Ρ῾αφαὶ τουτέῳ πεφύκασι τἀναντία τῷ προτέρῳ: μὲν γὰρ βραχυτέρη γραμμὴ πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη: δὲ μακροτέρη διὰ μέσης τῇς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί.

ὅστις δὲ ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει, ἐκ τε τοῦ ἔμπροσθεν καὶ

ἐκ τοῦ ὄπισθεν, τουτέῳ αἱ Ρ῾αφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς γράμμα τὸ ἦτα, , γράφεται: πεφύκασι δὲ τῶν γραμμέων αἱ μὲν μακραὶ, πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι: δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην τελευτῶσα τὴν μακρὴν γραμμήν.

ὅστις δὲ μηδ᾽ ἑτέρωθι μηδεμίαν προβολὴν ἔχει, οὗτος ἔχει τὰς Ρ῾αφὰς τῆς κεφαλῆς, ὡς γράμμα τὸ χῖ, Χ, γράφεται: πεφύκασι δὲ αἱ γραμμαὶ, μὲν ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα: δὲ ἑτέρη, κατὰ μῆκος διὰ μέσης τῆς κεφαλῆς.

Δίπλοον δ᾽ ἐστὶ τὸ ὀστέον κατὰ μέσην τὴν κεφαλήν: σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό τε ἀνώτατον, ὁμοχροίη τοῦ ὀστέου ὑπὸ τῇ σαρκὶ,

καὶ τὸ κατώτατον τὸ πρὸς τῇ μήνιγγι, ὁμοχροίη τοῦ ὀστέου κάτω: ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ τοῦ κατωτάτου, ἀπὸ τῶν σκληροτάτων καὶ πυκνοτάτων ἐπὶ τὸ μαλθακώτερον καὶ ἧσσον πυκνὸν καὶ ἐπικοιλότερον ἐς τὴν διπλόην αἰεί.

δὲ διπλόη κοιλότατον καὶ μαλθακώτατον καὶ

μάλιστα σηραγγῶδές ἐστιν.

ἔστι δὲ καὶ πᾶν τὸ ὀστέον τῆς κεφαλῆς, πλὴν κάρτα ὀλίγου τοῦ τε ἀνωτάτου καὶ τοῦ κατωτάτου, σπόγγῳ ὅμοιον: καὶ ἔχει τὸ ὀστέον ἐν ἑωυτῷ ὁκοῖα σαρκία πολλὰ καὶ ὑγρὰ, καὶ εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν, αἷμα ἂν διαγίγνοιτο ἐξ αὐτέων.

ἔνι δ᾽ ἐν τῷ ὀστέῳ καὶ φλέβια λεπτότερα καὶ κοιλότερα, αἵματος πλέα.

σκληρότητος μὲν οὖν καὶ μαλθακότητος καὶ κοιλότητος ὧδε ἔχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: