previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




γ᾽. ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ πολὺν χρόνον, [80] ἀνεθερμάνθη, δίψα, νύκτα δι᾽ ἡσυχίης, ἵδρωσε περὶ κεφαλὴν σμικρά. τρίτῃ ἡμέρην δι᾽ ἡσυχίης, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά, ἄση, ταραχή, νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν, ἀπὸ δὲ κοιλίης σμικρὰ συνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωὶ δι᾽ ἡσυχίης, περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, [p. 264] ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἀνεθερμάνθη μετὰ χρόνον, οὔρησε μέλανα ἐναιώρημα ἔχοντα, νύκτα δι᾽ ἡσυχίης, ἐκοιμήθη: πέμπτῃ ἔδοξε [90] κουφίσαι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωὶ μὲν δι᾽ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μέζους, παρωξύνθη, ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλή, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη σμικρά, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν, ἤδη δὲ πρὸς ἡμέρην [100] σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα, σμικρὰ, χολώδεα. ἐνάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο: οὐ λίην διψώδης: περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωὶ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξύς, πολὺς ἱδρώς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: