previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δὲ ἄδιψος διὰ τέλεος: γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχρω. ἀρχομένου δὲ τοῦ [140] πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα [p. 230] ἄπυρος οὐχ ἵδρωσεν: ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει: ἔλεγον δὲ γευσαμένην βότρυος. διαλιποῦσα δὲ δωδεκάτῃ πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισι, λεπτοῖσι, [150] δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ᾽ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανε ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, δριμέα. ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν: ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ᾽ ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ᾽ ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: