previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




α᾽. Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος: κατεκλίνη, τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως: δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε: νύκτα δι᾽ ἡσυχίης. τρίτῃ πρωὶ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἄπυρος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μετὰ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε: νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα: νύκτα [30] εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον: οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπας μένα, οὐχ ἱδρύετο: προσθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτι ἀναθερμαινόμενα, οὔρησε μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνά. περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τούτῳ πνεῦμα [40] διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ, ἀραιὸν μέγα: σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.


β᾽. Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεω. ἐκ κόπων καὶ πότων καὶ [p. 188] γυμνασιων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονεῖν κατ᾽ ὀσφῦν: καὶ κεφαλῆς βάρος καὶ τραχήλου σύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν: οὖρα μέλανα, μέλαιναν ὑπόστασιν [50] ἔχοντα, διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξύς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, σμικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη: ὑποχονδρίου σύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολάπαρος: διαχωρήματα λεπτά, ὑπομέλανα, οὖρα θολερά, ὑπομέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χο [60] λώδεα, λεῖα, λιπαρά, οὖρα λεπτά, διαφανέα: σμικρὰ κατενόει. ἕκτῃ περὶ κεφαλὴν σμικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρά, πελιδνά, πολὺς βληστρισμός, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξύς. ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσεν δι᾽ ὅλου ψυχρῷ: ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρά, στρογγύλα, σμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίστατο: ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ [p. 190] κοπρανα λεπτά, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ [70] πόνου: οὔρει μετ᾽ ὀδύνης δακνώδεα: ἄκρεα σμικρὰ ἀνεθερμαίνετο, ὕπνοι λεπτοί, κωματώδης, ἄφωνος, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, ὕπνοι λεπτοί: ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ: κειμένῳ ὑπόστασις κριμνώδης λευκή, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα. ὑποχονδρίου παλμὸς συνεχής, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσιν.


[80] γ᾽. Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ᾽ ἀρχάς, μετὰ δὲ λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα: ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου σύντασις, ἀπὸ κοιλίης ὀλίγα διῆλθε μέλανα, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε. νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεσσεν, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησεν τὸ πρῶτον κατὰ [90] βουβῶνα, σπληνὸς κατ᾽ ἴξιν, ἔπειτα δὲ πόνοι ἐς ἀμφοτέρας κνήμας. νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε σμικρήν. ἐνάτῃ ἵδρωσεν, [p. 192] ἐκρίθη, διέλιπεν. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν: μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπωδύνως: νύκτα ἵδρωσεν. ἐκρίθη περὶ ἑπτακαιδεκάτην: οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.


[100] δ᾽. ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος: ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν: γυναικείων πόνοι: κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον, ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρά, διψώδης, κοιλίη συνεκαύθη, σμικρὰ διῄει, οὖρα λεπτά, [110] ἄχρω κατ᾽ ἀρχάς. ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα ὀλίγα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν: ἐξανίστατο βάλανον προσθεμένη: πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεος: ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοί. δεκάτῃ σμικρὰ κατενόει. ἑνδεκάτῃ ἐκοιμήθη, πάντων ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσεν: [p. 194] οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ ὀλιγάκις [120] ἀναμιμνῃσκόντων παχὺ λευκόν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ: κείμενον πολὺν χρόνον οὐ καθίστατο: χρῶμα καὶ πάχος ἴκελον οἷον γίνεται ὑποζυγίου. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ τεσσαρεσκαιδεκάτην ἐούσῃ παλμὸς δι᾽ ὅλου τοῦ σώματος, λόγοι πολλοί, σμικρὰ κατενόει: διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἄφωνος. εἰκοστῇ ἀπέθανε.


ε᾽. Ἐπικράτεος γυναῖκα, κατέκειτο παρὰ [130] ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ᾽ ἔτεκεν θυγατέρα καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος: ὕπνοι οὐκ ἐνῆσαν: ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει ἄκρητα: οὖρα λεπτὰ ὑπομέλανα. ἀφ᾽ ἧς δὲ ἔλαβε τὸ πῦρ, ἐς νύκτα [140] ἑκταίη παρέκρουσεν. ἑβδομαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώδης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν καὶ ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ [p. 196] σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα: διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, [150] ἵδρωσεν ἄπυρος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς, οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑκκαιδεκάτῃ παρωξύνθη: νύκτα δυσφόρως: οὐχ ὕπνωσεν: παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης, γλῶσσα ἐπεκαύθη, οὐχ ὕπνωσεν, παρέκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ σμικρὰ ἐπερρίγωσεν, κωματώδης, δι᾽ ἡσυχίης ὕπνωσεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι᾽ ὅλου μετ᾽ ὀδύνης, σμικρὰ [160] ὑπέβησσεν. οὖρα δὲ πάχος ἔχοντα, θολερά, ὑπέρυθρα: κείμενα οὐ καθίστατο: τὰ δ᾽ ἄλλα κουφοτέρως: οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος: ἔρευθος: κίων ἀνεσπασμένος: ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα. ἐκρίθη τελέως ἄπυρος ὀγδοη [170] κοστῇ.


σ᾽. Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως: ἤλγει δὲ [p. 198] κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον: οἱ πυρετοὶ παροξυνόμενοι ἄλλοτ᾽ ἀλλοίως, ἀτάκτως: ἱδρῶτες ὅτε μέν, ὅτε δ᾽ οὔ: τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοις μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε χολώδεα ξανθά, ὑπόσυχνα, μετ᾽ ὀλίγον [180] δὲ ἰώδεα: πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ᾽ ὀλίγον μέχρι κρίσιος: οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδ᾽ ἄγρυπνος: οὖρα δὲ λεπτά, οὐκ ἄχρω. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα: ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων: ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δ᾽ οὔ. ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, [190] συνέδωκε πάντα, πυρετοὶ διελιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχρω δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν: ἵδρωσεν πολλῷ: οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη.


ζ᾽. Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ [p. 200] πάντα παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατ᾽ [200] ὀλίγον. νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα: εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον: οὐχ ἱδρύετο. πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾽ ᾑμορράγει πολλάκις μετὰ κρίσιν.


η᾽. Ἐρασῖνος ᾤκει παρὰ Βοώτεω χαράδρην. [210] πῦρ ἔλαβεν μετὰ δεῖπνον, νύκτα ταραχώδης. ἡμέρην τὴν πρώτην δι᾽ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε. τρίτῃ ἐπιπόνως, πολλὰ παρέκρουσε. τετάρτῃ δυσφορώτατα: ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη: ἐνύπνια καὶ λογισμοί: ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωὶ κατήρτητο: κατενόει πάντα: πολὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ ὑποπέλια, οὖρα ἐπέστη: ἀπέθανε περὶ [220] ἡλίου δυσμάς. τούτῳ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, σύντασις μετ᾽ ὀδύνης: οὖρα μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα: οὐχ ἱδρύετο: ἀπὸ δὲ κοιλίης κόπρανα διῄει: δίψα [p. 202] διὰ τέλεος οὐ λίην: σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι περὶ θάνατον.


θ᾽. Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα [230] παρεφρόνησεν. δευτέρῃ οἴδημα δι᾽ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ συντάσιος, φλυκταινίδια μέλανα, πυρετὸς ὀξύς, ἐξεμάνη: ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα. ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.


ι᾽. τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλήν, τράχηλον, ὀσφῦν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις: ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ᾽ ὄγκου οὐ λίην, σύντασις, [240] γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνει. πέμπτῃ ἐπιπόνως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ᾽ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχολα διῄει: εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν. ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχρω δέ: καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον: οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα: εἶχε σμικρὴν ὑπόστασιν: ἐκούφισεν ὀλίγῳ: [p. 204] [250] κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη σὺν ὀδύνῃ: ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς: διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτε ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριηκοστὴν διάρροια πολλοῖσιν ὑδατώδεσιν μετὰ δυσεντεριωδέων: οὖρα παχέα οὔρει: κατέστη τὰ [260] παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγει, ἀμβλύτερον ἑώρα: κατέστη.


ια᾽. τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν: πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ ὑποχόνδριον: ἀσώδης, φρικώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ᾽ ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν: οὖρα παχέα, [270] λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν: οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη: ἵδρωσε δι᾽ ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τετάρτῃ περὶ ὑπο[p. 206] χόνδριον σμικρὰ ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ᾽ ὀδύνης: ὑπεκαρώθη: σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε: γλῶσσα ἐπίξηρος: διψώδης: οὖρα σμικρὰ λεπτὰ [280] ἐλαιώδεα: σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ δὲ μέσον ἡμέρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει: ἀνισταμένη ὑπεκαρώθη, ψύξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερμάνθη, ἵδρωσε δι᾽ ὅλου: ἄκρεα ψυχρά, παρέκρουσεν, πνεῦμα μέγα, ἀραιόν: μετ᾽ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.


ιβ᾽. ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν καὶ [290] ἔπιε πλέον. ἤμεσε πάντα νυκτός, πυρετὸς ὀξύς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος, νύκτα δυσφόρως: οὖρα δὲ κατ᾽ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρά: κείμενα οὐ καθίστατο: γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. τετάρτῃ πυρετὸς ὀξύς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον ἐλαιῶδες πολύ: πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσεν. οὐδὲ νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη: οὖρα ὅμοια, λόγοι πολλοί, κατέχειν οὐκ ἠδύνατο: ἀπὸ δὲ κοιλίης [300] ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθεν μετὰ ἐλμίγγων. νύκτα ἐπιπόνως, πρωὶ δ᾽ ἐρρίγωσε. πυρετὸς ὀξύς. ἵδρωσε θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι: οὐ [p. 208] πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις: πτυαλισμός. δείλης πολλὰ παρέκρουσε, μετ᾽ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλά, οὐχ ὕπνωσεν. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.


ιγ᾽. γυναῖκα, κατέκειτο ἐν ἀκτῇ, τρίμηνον [310] πρὸς ἑωυτῇ ἔχουσαν πῦρ ἔλαβεν: αὐτίκα δὲ ἤρξατο πονεῖν ὀσφῦν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς καὶ κατὰ κληῖδα δεξιήν: διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρελύθη μετὰ σπασμοῦ παραπληγικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν ἀκρήτοισιν ὀλίγοισιν. τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμοί: πόνοι τῶν αὐτῶν παρέμενον, κατὰ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε [320] πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτά, οὐκ εὔχρω. πέμπτῃ πυρετὸς ὀξύς, ὑποχονδρίου πόνος, παρέκρουε πάντα, διαχωρήματα χολώδεα. ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντα ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε: διψώδης, οὖρα λεπτά, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε, τὰ δ᾽ ἄλλα διεκούφισεν, πάντα κατενόει. [p. 210] τρεῖς διέλιπεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπερ [330] ρίγωσεν, πῦρ ἔλαβεν. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν: ἄπυρος ἐκρίθη.


ιδ᾽. Μελιδίῃ, κατέκειτο παρὰ Ἥρης ἱρόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός: αὐτίκα δὲ πυρετὸς ὀξὺσἔλαβεν: γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο: πόνοι τούτων πάντων συνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, [340] ὑπέστρεψεν, ὕπνοι σμικροί: οὖρα διὰ τέλεος εὔχρω μέν, λεπτὰ δέ: διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν, οὔροις ὑπόστασις λευκή, λείη: ἵδρωσεν. [344] ἐκρίθη τελέως ἑνδεκάτῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: