This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χχΙ. ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾽ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρ᾽ Ἡρακλεῖ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν: ἀπέθανον: οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἐννέα, ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς [10] ὑποστροφῆς τεταρταίοισι — Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον — . οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισιν, διέλειπεν ἕξ: ὑποστροφή: ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι — Φανοκρίτῳ, ὃς κατέκειτο [14] παρὰ Γνάθωνι τῷ γναφεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.