previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




χΙΙΙ. ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ᾽ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια [p. 166] ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν: [10] καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια: ὕδωρ οὐκ ἐγένετο: ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι [13] ἰσημερίης.


χΙϝ. ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων: καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦν: τὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου [10] καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο.

ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν: ἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ [p. 168] [20] μάλιστα οἷσι μὴ αἱμορραγήσαι. ἐπερρίγουν δὲ [21] καὶ οὗτοι καὶ ἐφίδρουν.


χϝ. ἔστι δὲ οἷσιν ἴκτεροι ἑκταίοις, ἀλλὰ τούτοις κατὰ κύστιν κάθαρσις κοιλίη ἐκταραχθεῖσα ὠφέλει δαψιλὴς αἱμορραγίη, οἷον Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει. καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγησε καὶ κοιλίη ἐπεταράχθη, καὶ κατὰ κύστιν ἐκαθήρατο: ἐκρίθη εἰκοσταῖος: οὐχ οἷον Φαναγόρεω οἰκέτης, οὐδὲν τούτων ἐγένετο: ἀπέθανεν. ᾑμορράγει δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι καὶ [10] ἀκμάζουσι, καὶ ἔθνῃσκον πλεῖστοι τούτων, οἷσι μὴ αἱμορραγήσαι. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους κοιλίαι ταραχώδεες, οἷον Βίωνι τῷ παρὰ Σιληνὸν κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος, καί τισι καὶ τῶν διανοσησάντων, οἷσι καὶ αἱμορραγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν, οἷον τῷ Ἐράτωνος παιδὶ καὶ Μύλλῳ πολλῆς αἱμορραγίης γενομένης ἐς δυσεντεριώδεα κατέστη: περιεγένοντο.

πολὺς μὲν οὖν μάλιστα οὗτος χυμὸς ἐπε [20] πόλασεν, ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμορράγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθητούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ ἐς ἄκρον ἰσχίονἀλγήματος μετὰ κρίσιν γενομένου καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμορραγεῖν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστήν, καὶ ἐγένοντο ἐς [p. 170] αἱμορραγίην ἀποστάσιες: Ἀντιφῶντι Κριτοβούλου ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ [29] τεσσαρακοστήν.


χϝΙ. γυναῖκες δὲ ἐνόσησαν μὲν πολλαί, ἐλάσσους δὲ ἄνδρες καὶ ἔθνῃσκον ἧσσον. ἐδυστόκεον δὲ αἱ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνῃσκον αὗται μάλιστα, οἷον Τελεβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο: ἔστι δ᾽ ᾗσιν ᾑμορράγησεν ἐκ ῥινῶν: ἔστι δ᾽ ὅτε καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖα τῇσιν [10] αὐτῇσιν ἐπεφαίνετο, οἷον τῇ Δαιθάρσεος θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐρρύη, καὶ οὐδεμίαν οἰδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο. ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, [15] ἃς καὶ ἐγὼ οἶδα.


χϝΙΙ. οὖρα δὲ τοῖσι πλείστοισιν εὔχρω μέν, λεπτὰ δὲ καὶ ὑποστάσιας ὀλίγας ἔχοντα, κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσι. πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. οὖρα δὲ ὑδατώδεα πολλὰ καθαρὰ καὶ λεπτὰ καὶ μετὰ κρίσιν καὶ ὑποστάσιος καλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων ἀναμνήσομαι οἷσιν ἐγένετο: Βίωνι, ὃς [10] κατέκειτο παρὰ Σιληνόν, Κράτιδι τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδί, Μνησιστράτου γυναικί. μετὰ δὲ δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες.

περὶ δὲ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖσιν [p. 172] ἔκρινε καὶ τούτοισιν οὐδ᾽ αἱ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον: ἦσαν δὲ καὶ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ [18] ἔθνῃσκον ἥκιστα οὗτοι πάντων.


χϝΙΙΙ. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν: αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον [10] καὶ κληῖδας, οὐδεὶς δι᾽ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας: οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι: τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδ᾽ ἐδίψων ἔτι ἐπὶ τούτοισιν: οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο: οὐδ᾽ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλ᾽ σμικρὰ ἔσταξεν: οὐδ᾽ ἐς [20] ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ᾽ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν: ἔστι δ᾽ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς φρενῖτις ἤρξατο περὶ τρίτην τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ [p. 174] πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ [28] νόσημα μετέπεσεν.


χΙχ. πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον. ἐν δὲ ταύτῃ τῇ καταστάσει ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο: οἷσι γὰρ διὰ ῥινῶν καλῶς αἱμορ [10] ραγήσαι κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν καὶ καλὴν ὑπόστασιν ἔχοντα ἔλθοι κατὰ κοιλίην ταραχώδεα χολώδεσιν ἐπικαίρως, δυσεντερικοὶ γενοίατο. πολλοῖσι δὲ συνέπιπτε μὴ ἐφ᾽ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως: διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. γυναιξὶ δὲ καὶ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα, ᾗσι δὲ τούτων τι καλῶς γένοιτο τὰ [20] γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσῴζοντο καὶ ἔκρινε, καὶ οὐδεμίαν οἶδα ἀπολομένην, ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ θυγάτηρ, ἐκ ῥινῶν λάβρον ἐρρύη, ἑβδομαίη ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως: ἀπέθανεν.

οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσιν δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα [p. 176] ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον [30] σημαίνει.


χχ. τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ᾽ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο οὔτε ἐξεπύει: τούτοισι διάρροιαι χολωδέων δυσεντερίη παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ὅμοια ἀνόμοια, οἷον οἱ δύο ἀδελφεοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην: κατέκειντο παρὰ τὸ θέρετρον Ἐπιγένεος. [10] τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. διέλειπεν ἕξ: ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἑπτά: ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διαλείποντα τρεῖς ἔκρινεν ἑβδομαίοις. οἷσι δ᾽ [20] ἔκρινεν ἑκταίοισι, διαλείποντα ἓξ ἐλάμβανε τρισίν, διέλειπε μίαν, μίαν ἐλάμβανεν: ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαιθάρσεος. οἷσι δ᾽ ἔκρινεν ἑκταίοισι, διέλειπεν ἑπτά, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν, καὶ [p. 178] οὐδένα οἶδα τῶν περιγενομένων, ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι, καὶ διεσῴζοντο πάντες, οὓς κἀγὼ οἶδα, οἷσιν αἱ [30] ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ [32] οἶδα ὑποστροφὴν γενομένην πάλιν.


χχΙ. ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος Ἀνταγόρεω. οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾽ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρ᾽ Ἡρακλεῖ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν: ἀπέθανον: οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἐννέα, ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς [10] ὑποστροφῆς τεταρταίοισιΠαντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον — . οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισιν, διέλειπεν ἕξ: ὑποστροφή: ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισιΦανοκρίτῳ, ὃς κατέκειτο [14] παρὰ Γνάθωνι τῷ γναφεῖ.


χχΙΙ. ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃσκον πολλοί: αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἔκρινε τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλειπε τέσσαρας, ὑπέστρεφεν, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισι, τὸ σύμπαν τεσσαρεσκαιδεκαταίοις. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δὲ [p. 180] [10] οἷσιν ἔκρινεν ἑνδεκαταίοις, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοις, ἔκρινε τελέως εἰκοστῇ. εἰ δέ τινες ἐπερρίγουν περὶ τὴν εἰκοστήν, τούτοισιν ἔκρινε τεσσαρακοσταίοις. ἐπερρίγουν δ᾽ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς: οἱ δ᾽ ἐπιρριγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. ἐρρίγουν δ᾽ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολὺ πλεῖστοι. αἱ δὲ αἱμορραγίαι [19] ὑπέληγον.


χχΙΙΙ. τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντοςἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων — , ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, δια [10] νοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ [18] τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.


χχΙϝ. πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δ᾽ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν: ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, [p. 182] πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος καὶ μακρότατος πάντων τεταρταῖος: οὐ γὰρ μοῦνον αὐτὸς ἐφ᾽ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων [10] ἑτέρων μεγάλων ῥύεται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος: ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος: ἔστι δ᾽ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ [20] οὐ θανατώδης. δὲ πεμπταῖος πάντων μὲν κάκιστος: καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν [22] ἐπιγινόμενος κτείνει.


χχϝ. εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται: ἔστι δ᾽ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ᾽ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν: ἔστι δ᾽ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται [10] καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων [p. 184] προσφέρειν. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες περιεστικὸν καὶ τίνι [20] προσαρτέον οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ [21] προσφερόμενον ἔσται.


χχϝΙ. τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν: ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή: τῶν δ᾽ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, [10] ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. εἰδέναι δὲ χρὴ ἔτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφάς: γένοιτο δὲ ἂν καὶ ὀλέθρια. δεῖ δὴ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ὄλεθρον ῥοπὰς ἐπὶ τὸ ἄμεινον τὸ χεῖρον. πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.

[p. 186] [20]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: