previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ΙΙΙ. κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο: κοιλίαι τε γὰρ τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον. οὖρά τε τοῖσι πλείστοισιν εὔχρω μὲν καὶ καθαρά, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλως: οὐδ᾽ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. [10] τὸ μὲν ὅλον ὑπενόσεον, οὐ τὸν φθινώδεα τρόπον [p. 152] πυρετοῖσι φρικώδεσι, σμικρὰ ὑφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως. ἔκρινε τούτων οἷσι τὰ βραχύτατα γίνοιτο περὶ εἰκοστήν, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστήν, πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντα. ἔστι δ᾽ οἷσιν οὐδ᾽ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον: τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλιπόντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρί [20] νοντο: πολλοῖσι δὲ αὐτῶν ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.

ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μούνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν: ἐπεὶ τοῖσί γε ἄλλοισι πᾶσιν εὐφόρως, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι [26] πυρετοῖσιν οὐκ ἐγένοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: