previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


8.

περὶ μὲν οὖν Ρ῾οφήματος προσάρσιος οὕτω γιγνώσκω: ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ωὑτός μοι λόγος ὡς ἐπίπαν ἐστίν.

οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ὡς δεῖ ποιέοντας: βούλονται γὰρ πάντες, ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους δύο τρεῖς καὶ πλείονας ἡμέρας, οὕτω προσφέρειν τὰ Ρ῾οφήματα καὶ τὰ ποτά: καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν.

τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον: ὀρθῶς μέντοι ποιητέα καὶ βεβαίως μεταβολὴ, καὶ ἔκ γε τῆς μεταβολῆς πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον.

μάλιστα μὲν οὖν βλάπτοιντο ἂν, εἰ μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι: βλάπτοιντο δ᾽ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι: βλάπτοιντο δ᾽ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δ᾽ἂν οὗτοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: