previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


7.

ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾽ ἀρχὰς γένηται, ἤν τε ἐς ὕστερον, θερμάσμασι μὲν πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.

Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ, ἐν κύστει, ἐν χαλκῷ ἀγγείῳ, ἐν ὀστρακίνῳ: προϋποτιθέναι δὲ

χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν, προσηνείης εἵνεκεν. ᾽Αγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς, μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι: περιστέγειν τε ἄνω τὴν θάλψιν χρή: πλείω τε γὰρ χρόνον διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος προσφέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἶναι: ἔστι γὰρ ὅτε δεῖ πρός τι.

ἔτι δὲ καὶ κριθαὶ ὄροβοι: ἐν ὄξει κεκρημένῳ σμικρῷ ὀξύτερον, ὡς ἄν τις πίοι, διέντα καὶ ἀναζέσαντα, ἐς μαρσίππια καταῤΡ῾άψαντα προστιθέναι: καὶ πίτυρα τὸν αὐτὸν τρόπον.

πυρίη δὲ ξηρὴ, ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι: καὶ γὰρ κοῦφον καὶ

προσηνὲς κέγχρος: λύει δὲ μάλθαξις τοιήδε καὶ τὰς πρὸς κληῗδα περαιούσας ἀλγηδόνας.

τομὴ μέντοι γε οὐχ δμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῗδα περαίνῃ ὀδύνη.

ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα πόνος, οὐ χρὴ πολὺν χρόνον θερμαίνειν: καὶ γὰρ ξηραντικὸν τοῦ πλεύμονος τοῦτό ἐστι, καὶ ἐμπυητικόν: ἀλλ᾽ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῗδα ἐς τὸν βραχίονα βάρος περὶ μαζὸν ὑπὲρ τῶν φρενῶν, τάμενιν χρὴ τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ἔσω, καὶ μὴ ὀκνέεινσυχνὸν ἀφαιρέειν τὸ αἷμα ἕως ἂν ἐρυθρότερον πολλῷ Ρ῾υῇ, ἀντὶ καθαροῦ τε καὶἐρυθροῦ

πελιόν: ἀμφότερα γὰρ γίγνεται.

ἢν δὲ ὑπὸ τὰς φρένας τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημαίνῃ, μαλθάσσειν δεῖ τὴν κοιλίην, μέλανι ἐλλεβόρῳ πεπλίῳ, μέλανι μὲν δαῦκον σέσελι κύμινον ἄννησον ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου: ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν.

ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤΡ῾ηκτικόν ἐστιν: ἄμφω δὲ ταῦτα ὀδύνην παύει: παύει δὲ καὶ ἄλλα πολλα τῶν ὑπηλάτων: κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδα ἐστίν.

ἐπεὶ καὶ τὰ ἐν τοῖσι Ρ῾οφήμασι

διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα διὰ πικρότητα δι᾽ ἄλλην τινὰ ἀηδίην, διὰ πλῆθος χροιὴν ὑποψίην τινά.

τῆς μὲν πτισάνης, ὁκόταν πίη τὸ φάρμακον, ἐπιῤΡ῾οφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ὁκόσον εἴθιστο: ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι Ρ῾οφῇν: ὁκόταν δὲ λήξῃ κάθαρσις, τότε ἔλασσον Ρ῾οφεέτω ὁκόσον εἴθιστο: μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν τε ὀδύνη πεπαυμένη , καὶ μηδὲν ἄλλο ἐναντιῶται.

ωὑτὸς δέ μοι λόγος ἐστὶ, καὶ ἢν χυλῷ πνης δέῃ χρέεσθαι ῾φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι Ρ῾οφῇν τὸ ἐπίπαν μᾶλλον, προκενεαγγήσαντα ἄρξασθαι τοῦ Ρ῾οφήματος, τριταῖον,

τεταρταῖον, πεμπταῖον, ἑκταῖον, ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ νοῦσος ἐν τουτέῳ τῷ χρόνᾠ: αἱ δὲ προπαρασκευαὶ καὶ ἐπὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαι εἴρηνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: