previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


4.

πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσι νουσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας.

τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ

ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ: ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι.

ὁκόσοι μὲν οὖν πτισάνῃσι χρέονται, ἐν τουτέοισι τοῖσι νουσήμασιν οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον, καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ διὰ φαρμακίην κλύσιν διαλιπεῖν.

καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον: τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ, ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς δοτέον, ἤν τι

δοκέῃ προσδεῖν.

πλῆθος δὲ ἀρκέει κατ᾽ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ᾽ ὁκόσον ἕνεκεν τοῦ ἔθεος ἐσιέναι τι, καὶ κενεαγγίην μὴ γίγνεσθαι πολλήν.

περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ Ρ῾οφήματος, ἢν μὲν ξηρότερον τὸ νούσημα ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι,

ἀλλὰ προπίνειν πρὸ τοῦ Ρ῾οφήματος μελίκρητον, οἶνον, ὁκότερον ἂν ἁρμόζῃ: τὸ δ᾽ ἁρμόζον ἐφ᾽ ἑκάστοισι τῶν τρόπων εἰρήσεται.

ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πλεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ Ρ῾οφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι: τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα κρίσιος σημαίνει, τὰ δὲ βραδύτερον καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν.

καὶ ταῦτα αὐτὰ μὲν καθ᾽ ἑωυτὰ τοιάδε τὸ ἐπίπαν ἐστίν: πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται οἷσι προσημαίνεσθαι δεῖ, εἰρήσεται ὕστερον.

καὶ ὁκόσῳ ἂν πλείων κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλέον ἐπιδιδόναι ἄχρι κρίσιος: μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε πεμπταίοισιν ἑβδομαίοισιν ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον

καὶ τὸ περισσὸν προμηθήσῃ: μετὰ δὲ τοῦτο, τῷ μὲν Ρ῾οφήματι τὸ πρωϊ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν.

ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπουλὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα

χρεομένοισιν.

αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα αὐτόματοι παύονται, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται εἰ ἀλλοίως τις διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: