previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


14.

γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα, καὶ μελίκρητον, καὶ ὕδωρ, καὶ ὀξύμελι, τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν.

μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ᾽ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος: οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι: καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν: ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω: οὐ μὴν πολέμιός γε τῷ ἐντέρῳ τῷ κάτω, ὡς κατὰ λόγον τῆς φύσης: καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ᾽ ἐγχρονίζει περὶ ὑποχόνδρια.

καὶ γὰρ οὖν

οὗτος ἧσσον διουρητικὸς γίγνεται τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ: πτυάλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου γλυκύς.

καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώσης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου.

δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει: ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς καὶ καταῤΡ῾ηκτικὸς, αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι: καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ᾽ ὅμως κατὰ κύστιν κάθαρσις ὑπ᾽ αὐτέου γιγνομένη Ρ῾ύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ.

καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελίης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν.

ΚιῤΡ῾ῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο: εἰ καρηβαρίη

μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἄψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα.

Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος , τὰ δὲ κατ᾽ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος .

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: