previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


2.

σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι: πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ.

οὕτω γὰρ ἂν εἴη

ἄριστον, τὸ δ᾽ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον.

εἴη δ᾽ ἂν τὸ τοιόνδε: Ρ῾ὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν.

καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε καὶ μέλαν ἐὸν, καὶ πελιὸν, μολιβδῶδες.

ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον , καὶ μήπω οἷόν τε τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν νοσέων, τὰ τῆς κοιλίης ἐξυγρασμένα ἰσχυρῶς, λιμῶδές τι ἔχῃ αὐτόν: κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι: κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον .

ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου.

ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, τριταίου

τεταρταίου, τὸ πρόσωπον τοιοῦτον , περὶ τουτέων ἐπανε ρέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν.

ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, δακρύωσιν ἀπροαιρέτως, διαστρέφωνται, ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, πελιὰ, φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, καὶ ἐναιωρεύμενοι, ἐξίσχοντες, ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον , ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι.

Σκοπέειν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν: ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων

μὴ ξυμβαλλομένων, μὴ ἐκ διαῤΡ῾οίης φαρμακοποσίης ἐόντι, μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην.

ἢν δὲ καμπύλον γένηται, πελιὸν, ὠχρὸν βλέφαρον, χεῖλος, Ρ῾ὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου: θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: