previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


15.

ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ

παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα.

τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ: μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος.

ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.

ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε: εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον Ρ῾ηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι: οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ἄνθρωπος: ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον

ζήσας τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾽ ἂν ἄνθρωπος.

κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι: οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ, ἀπόλοιτο ἂν ἄνθρωπος πρὶν ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἐναταῖος, ἑνδεκαταῖος.

οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας.

τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤΡ῾ήσιας προλέγειν: οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα.

αἱ δὲ ἄλλαι ἐκπυήσιες Ρ῾ήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: