previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


11.

διαχώρημα δέ ἐστιν ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων: τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, κάτω κοιλίη ὑγιαίνοι ἄν.

εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ᾽ ὀλίγον

ὑποχωρέειν: κοπιῶν γὰρ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν: εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι.

ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων δὶς τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ᾽ ἐπὶ τὸ πρωϊ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ.

παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου.

ὙπόπυῤΡ῾ον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες.

ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου.

δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον.

ὑδαρὲς δὲ κάρτα, λευκὸν, χλωρὸν, ἐρυθρὸν ἰσχυρῶς, ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.

ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ

λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον.

τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, λιπαρὰ, πελιὰ, ἰώδεα, κάκοδμα.

τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον: ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος.

φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον: κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν αὐτοῦ ἀνειλέεσθαι: καὶ οὕτω διελθοῦσα σημαίνει πονέειν τι τὸν ἄνθρωπον, παραφρονέειν, ἢν μὴ ἑκὼν ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.

τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει: ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: