previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην. οὔτε γὰρ τῷ ἀνδρὶ ἐπιθυμίη τῆς μείξιος γίνεται πολλὴ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα, ἀφ᾽ ὅτων ἥκιστα εἰκὸς ἄνδρα οἷόν τε λαγνεύειν: καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι ἀσθενέες γίνονται ἐς τὴν μεῖξιν. τοῖσι μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίνονται, τῇσι δὲ γυναιξὶν τε πιότης τῆς σαρκὸς καὶ ὑγρότης: [10] οὐ γὰρ δύνανται ἔτι συναρπάζειν αἱ μῆτραι τὸν γόνον: οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτῇσι γίνεται ὡς χρεών ἐστιν, ἀλλ᾽ ὀλίγον καὶ διὰ χρόνου, τό τε στόμα τῶν μητρέων ὑπὸ πιμελῆς συγκλείεται καὶ οὐχ ὑποδέχεται τὸν γόνον: αὐταί τε ἀταλαίπωροι καὶ πίεραι καὶ αἱ κοιλίαι ψυχραὶ [p. 126] καὶ μαλθακαί. ὑπὸ τούτων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν. μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν: οὐ γὰρ φθάνουσι παρὰ ἄνδρα ἀφικνεύμεναι καὶ ἐν γαστρὶ ἴσχουσιν [20] διὰ τὴν ταλαιπωρίην καὶ ἰσχνότητα τῆς σαρκός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: