previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ περὶ μὲν τῆς φύσιος τῆς διαφορῆς καὶ τῆς μορφῆς τῶν ἐν τῇ Ἀσίῃ καὶ τῇ Εὐρώπῃ οὕτως ἔχει. περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης, ὅτι ἀπολεμώτεροί εἰσι τῶν Εὐρωπαίων οἱ Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ ἤθεα αἱ ὧραι αἴτιαι μάλιστα, οὐ μεγάλας τὰς μεταβολὰς ποιεύμεναι οὔτε ἐπὶ τὸ θερμὸν οὔτε ἐπὶ τὸ ψυχρόν, ἀλλὰ παραπλησίως. οὐ γὰρ γίνονται ἐκπλήξιες τῆς γνώμης οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος, [10] ἀφ᾽ ὅτων εἰκὸς τὴν ὀργὴν ἀγριοῦσθαί τε καὶ τοῦ ἀγνώμονος καὶ θυμοειδέος μετέχειν μᾶλλον ἐν τῷ αὐτῷ αἰεὶ ἐόντα. αἱ γὰρ μεταβολαί εἰσι τῶν πάντων αἱ ἐπεγείρουσαι τὴν γνώμην τῶν ἀνθρώπων καὶ οὐκ ἐῶσαι ἀτρεμίζειν. διὰ ταύτας ἐμοὶ δοκεῖ τὰς προφάσιας ἄναλκες εἶναι τὸ γένος τὸ Ἀσιηνὸν καὶ προσέτι διὰ τοὺς νόμους. τῆς γὰρ Ἀσίης τὰ πολλὰ βασιλεύεται. ὅκου δὲ μὴ αὐτοὶ ἑωυτῶν εἰσι καρτεροὶ οἱ ἄνθρωποι μηδὲ αὐτόνομοι, ἀλλὰ δεσπόζονται, οὐ περὶ τούτου [20] αὐτοῖσιν λόγος ἐστίν, ὅκως τὰ πολέμια ἀσκήσωσιν, ἀλλ᾽ ὅκως μὴ δόξωσι μάχιμοι εἶναι. οἱ γὰρ κίνδυνοι οὐχ ὁμοῖοί εἰσι. τοὺς μὲν γὰρ στρατεύεσθαι εἰκὸς καὶ ταλαιπωρεῖν καὶ ἀποθνῄσκειν ἐξ ἀνάγκης ὑπὲρ τῶν δεσποτέων ἀπό τε παιδίων καὶ γυναικὸς ἐόντας καὶ τῶν λοιπῶν φίλων. καὶ ὁκόσα μὲν ἂν χρηστὰ καὶ ἀνδρεῖα ἐργάσωνται, οἱ δεσπόται ἀπ᾽ αὐτῶν αὔξονταί τε καὶ ἐκφύονται, τοὺς δὲ κινδύνους καὶ θανάτους αὐτοὶ καρποῦνται. ἔτι δὲ πρὸς τούτοισι τῶν τοιούτων ἀνθρώπων [p. 116] [30] ἀνάγκη ἐρημοῦσθαι τὴν γῆν ὑπό τε πολεμίων καὶ ἀργίης, ὥστε καὶ εἴ τις φύσει πέφυκεν ἀνδρεῖος καὶ εὔψυχος, ἀποτρέπεσθαι τὴν γνώμην ὑπὸ τῶν νόμων. μέγα δὲ τεκμήριον τούτων: ὁκόσοι γὰρ ἐν τῇ Ἀσίῃ Ἕλληνες βάρβαροι μὴ δεσπόζονται, ἀλλ᾽ αὐτόνομοί εἰσι καὶ ἑωυτοῖσι ταλαιπωρεῦσιν, οὗτοι μαχιμώτατοί εἰσι πάντων: τοὺς γὰρ κινδύνους ἑωυτῶν πέρι κινδυνεύουσι, καὶ τῆς ἀνδρείης αὐτοὶ τὰ ἆθλα φέρονται καὶ τῆς δειλίης τὴν ζημίην ὡσαύτως. εὑρήσεις δὲ καὶ τοὺς [40] Ἀσιηνοὺς διαφέροντας αὐτοὺς ἑωυτῶν, τοὺς μὲν βελτίονας, τοὺς δὲ φαυλοτέρους ἐόντας. τούτων δὲ αἱ μεταβολαὶ αἴτιαι τῶν ὡρέων, ὥσπερ μοι [43] εἴρηται ἐν τοῖς προτέροισι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: