previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ μὲν οὖν τούτων οὕτως ἔχειν μοι δοκεῖ. περὶ δὲ τῶν ἐν Φάσει: χώρη ἐκείνη ἑλώδης ἐστὶ καὶ θερμὴ καὶ ὑδατεινὴ καὶ δασεῖα, ὄμβροι τε αὐτόθι γίνονται πᾶσαν ὥρην πολλοί τε καὶ ἰσχυροί: τε δίαιτα τοῖς ἀνθρώποις ἐν τοῖς ἕλεσίν ἐστιν, τά τε οἰκήματα ξύλινα καὶ καλάμινα ἐν τοῖς ὕδασι μεμηχανημένα: ὀλίγῃ τε χρέονται βαδίσει κατὰ τὴν πόλιν καὶ τὸ ἐμπόριον, ἀλλὰ μονοξύλοις διαπλέουσιν ἄνω καὶ [10] κάτω: διώρυγες γὰρ πολλαί εἰσι. τὰ δὲ ὕδατα θερμὰ καὶ στάσιμα πίνουσιν ὑπό τε τοῦ ἡλίου σηπόμενα καὶ ὑπὸ τῶν ὄμβρων ἐπαυξόμενα. αὐτός τε Φᾶσις στασιμώτατος πάντων τῶν ποταμῶν καὶ ῥέων ἠπιώτατα. οἵ τε καρποὶ οἱ γινόμενοι αὐτόθι πάντες ἀναλδέες εἰσὶ καὶ τεθηλυσμένοι καὶ ἀτελέες ὑπὸ πολυπληθείης τοῦ ὕδατος: διὸ καὶ οὐ πεπαίνονται. ἠήρ τε πολὺς κατέχει τὴν χώρην ἀπὸ τῶν ὑδάτων. διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν [20] λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί: τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δ᾽ ὑπερπάχητες, ἄρθρον τε κατάδηλον οὐδὲν οὐδὲ φλέψ: τήν τε χροιὴν ὠχρὴν ἔχουσιν ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι: φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεώμενοι οὐ λαμπρῷ, ἀλλὰ νοτώδει καὶ θολερῷ: πρός τε τὸ ταλαιπωρεῖν τὸ σῶμα ἀργότεροι πεφύκασιν. αἵ τε ὧραι οὐ πολὺ μεταλλάσσουσιν οὔτε πρὸς τὸ πνῖγος οὔτε πρὸς τὸ ψῦχος. τά τε πνεύματα τὰ πολλὰ νότια πλὴν αὔρης [30] μιῆς ἐπιχωρίης. αὕτη δὲ πνεῖ ἐνίοτε βίαιος καὶ χαλεπὴ καὶ θερμή: καὶ κέγχρονα ὀνομάζουσι [p. 114] τοῦτο τὸ πνεῦμα. δὲ βορέης οὐ σφόδρα ἀφικνεῖται: [33] ὁκόταν δὲ πνέῃ, ἀσθενὴς καὶ βληχρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: