previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεῖν δέ μοι δοκεῖ καὶ ταῦτα εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυναμίων γίνεται καὶ ὅσα ἀπὸ σχημάτων. λέγω δέ τι τοιοῦτον, δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχύν, σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ, τὰ μὲν κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενὸν συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα τε καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρά, [10] τὰ δὲ πυκνά, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιά. τοῦτο μὲν οὖν, ἑλκύσαι ἐφ᾽ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα τὰ στερεά τε καὶ στρογγύλα τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα δύναιτο ἂν μάλιστα; οἶμαι μὲν τὰ τοιαῦτα, τὰ ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος. καταμανθάνειν δὲ δεῖ ταῦτα ἔξωθεν ἐκ τῶν φανερῶν. [p. 58] τοῦτο μὲν γάρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν [20] ἀνασπάσεις: προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα καὶ ἔπειτεν αὐλὸν προσθέμενος ῥηϊδίως ἀνασπάσαις ἂν τι ἐθέλοις. τοῦτο δέ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον συνηγμέναι πρὸς τοῦτο τετέχνηνται, πρὸς τὸ ἕλκειν ἐκ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα. τῶν δὲ ἔσω φύσει τοῦ ἀνθρώπου σχῆμα τοιοῦτον κύστις τε καὶ κεφαλή, καὶ ὑστέρη γυναιξίν: καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει καὶ πλήρεά ἐστιν [30] ἐπάκτου ὑγρότητος αἰεί. τὰ δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπεσρυεῖσαν μὲν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾽ ἂν οὐχ ὁμοίως. τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ᾽ ἂν ἐπισπάσαιτο οὔτ᾽ ἂν ἐπες ρυεῖσαν δέξαιτο: περιολισθάνοι τε γὰρ καὶ οὐκ ἔχοι ἕδρην, ἐφ᾽ ἧς μένοι. τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιά, οἷον σπλήν τε καὶ πνεύμων καὶ μαζοί, προσκαθεζόμενα μάλιστα ἀναπίνοι καὶ σκληρυνθείη ἂν καὶ αὐξηθείη ὑγρότητος προσγενομένης ταῦτα μάλιστα. οὐ γὰρ [40] ἂν ὥσπερ ἐν κοιλίῃ, ἐν τὸ ὑγρόν, ἔξω τε περιέχει αὐτὴ κοιλίη, ἐξαλίζοιτ᾽ ἂν καθ᾽ ἑκάστην ἡμέρην, ἀλλ᾽ ὅταν πίῃ καὶ δέξηται αὐτὸ ἐς ἑωυτὸ τὸ ὑγρόν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη καὶ τὰ σμικρὰ πάντῃ καὶ ἀντὶ μαλθακοῦ τε καὶ ἀραιοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο καὶ οὔτ᾽ ἐκπέσσει οὔτ᾽ ἀφίησι. ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος. ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἀπεργάζεται ἐν τῷ σώματι, προσήκει [p. 60] ἐν μὲν τοῖσι κοίλοισι καὶ εὐρυχώροισι, οἷον κοιλίῃ [50] τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιεῖν. ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ᾽ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ᾽ αὐτῶν ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι. ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακά, ἐν τοῖσι τοιούτοισι νάρκη τε καὶ πληρώματα οἷα ἐν τοῖσι ἀποπληγεῖσι γίνεται. ὅταν δ᾽ ἐγκυρήσῃ πλατεῖ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπέσῃ, καὶ φύσει τοῦτο τύχῃ ἐὸν μήτε ἰσχυρόν, ὥστε δύνασθαι ἀνέχεσθαι τὴν βίην καὶ μηδὲν [60] κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιόν, ὥστ᾽ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνόν, οἷον ἧπαρ, διὰ μὲν τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ οὐχ ὑπείκει, φῦσα δ᾽ ἐπισχομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται καὶ ὁρμᾷ μάλιστα πρὸς τὸ ἀντιπαῖον. διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτο τὸ χωρίον γίνονται ἐμπυήματά [70] τε καὶ φύματα πλεῖστα. γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν. διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστιν. γίνεται δὲ καὶ περὶ ταῦτα καὶ [75] πόνοι καὶ φύματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: