previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ ἀνθρώπου καθαρὸς ἄρτος συγκομιστός, ἀπτίστων πυρῶν ἐπτισμένων, πολλῷ ὕδατι πεφυρημένος ὀλίγῳ, ἰσχυρῶς πεφυρημένος ἀφύρητος, ἔξοπτος ἔνωμος, ἄλλα τε πρὸς τούτοισι μυρία. ὡς δ᾽ αὔτως καὶ περὶ μάζης. καὶ αἱ δυνάμιες μεγάλαι τε ἑκάστου καὶ οὐδὲν ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα. ὅστις δὲ ταῦτα οὐκ ἐπέσκεπται σκεπτόμενος οὐκ οἶδεν, [10] πῶς ἄν τι οὗτος δύναιτο τῶν κατ᾽ ἄνθρωπον παθημάτων εἰδέναι; ὑπὸ γὰρ ἑνὸς ἑκάστου τούτων πάσχει τε καὶ ἑτεροιοῦται ἄνθρωπος τοῖον τοῖον. καὶ διὰ τούτων πᾶς βίος καὶ ὑγιαίνοντι καὶ ἐκ νούσου ἀνατρεφομένῳ καὶ κάμνοντι. οὐκ ἂν οὖν ἕτερα τούτων χρησιμώτερα οὐδὲ ἀναγκαιότερα εἴη εἰδέναι δήπου, ὡς δὲ καλῶς καὶ λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον αὐτὰ οἱ πρῶτοι εὑρόντες καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ προσθεῖναι, ὥσπερ καὶ [20] νομίζεται. οὐ γὰρ τὸ ξηρὸν οὐδὲ τὸ ὑγρὸν οὐδὲ τὸ θερμὸν οὐδὲ τὸ ψυχρὸν οὐδὲ ἄλλο τούτων ἡγησάμενοι οὐδὲν οὔτε λυμαίνεσθαι οὔτε προσδεῖσθαι οὐδενὸς τούτων τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπείης, οὗ μὴ ἠδύνατο κρατεῖν, τοῦτο βλά[p. 38] πτειν ἡγήσαντο καὶ τοῦτο ἐζήτησαν ἀφαιρεῖν. ἰσχυρότατον δ᾽ ἐστὶ τοῦ μὲν γλυκέος τὸ γλυκύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον, ἑκάστου δὲ πάντων τῶν ἐνεόντων [30] ἀκμή. ταῦτα γὰρ ἑώρων καὶ ἐν τῷ ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον. ἔνι γὰρ ἐν ἀνθρώπῳ καὶ ἁλμυρὸν καὶ πικρὸν καὶ γλυκὺ καὶ ὀξὺ καὶ στρυφνὸν καὶ πλαδαρὸν καὶ ἄλλα μυρία παντοίας δυνάμιας ἔχοντα πλῆθός τε καὶ ἰσχύν. ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν οὔτε λυπεῖ τὸν ἄνθρωπον. ὅταν δέ τι τούτων ἀποκριθῇ καὶ αὐτὸ ἐφ᾽ ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπεῖ τὸν ἄνθρωπον: τοῦτο δέ, τῶν βρωμάτων [40] ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστιν καὶ λυμαίνεται τὸν ἄνθρωπον ἐμπεσόντα, τούτων ἓν ἕκαστον πικρόν ἐστιν ἁλμυρὸν ὀξὺ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρόν, καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ᾽ αὐτῶν, ὥσπερ καὶ ὑπὸ τῶν ἐν τῷ σώματι ἀποκρινομένων. πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει πίνει, τὰ τοιαῦτα βρώματα ἥκιστα τοιούτου χυμοῦ ἀκρήτου τε καὶ διαφέροντος δῆλά ἐστιν μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ ἑπόμενα τούτοις, οἷς εἴθισται ἄνθρωπος πλείστοισί τε [50] καὶ αἰεὶ χρῆσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ ἐσκευασμένων. καὶ ἀπὸ τούτων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρωπον τάραχος καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα γίνεται, ἰσχὺς δὲ καὶ αὔξησις καὶ τροφὴ μάλιστα δι᾽ οὐδὲν ἕτερον γίνεται ὅτι εὖ τε κέκρηται καὶ οὐδὲν ἔχει οὔτε ἄκρητον οὔτε ἰσχυρόν, ἀλλ᾽ ὅλον [57] ἕν τε γέγονε καὶ ἁπλοῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: