previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαπλεύσαντας ὡς τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν: λοιδορία γὰρ ἦν λόγος: εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον. ἐρωτηθεὶς γὰρ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, ῾οὔ,᾿ φησίν, ῾ἐν Αἰγίνῃ γὰρ ἦσαν:᾿ πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ῾ἐν Αἰγίνῃ ἦσαν:᾿ καὶ πολὺ δεινότερος λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι Πλάτων ἐλοιδόρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: