Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ ἦ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει: ῾ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πεῖρα σφαλερἄ: ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον ᾖ τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ῾ἀλλὰ αὐτόκλητος,᾿ ἔφη, ῾ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ.᾿ ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.