Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Οἷα τὰ τοιάδε, ῾Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου: μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες: [p. 168] θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι. μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν: ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν: γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε: Ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δἰ ἐμὲ ἐσώθης: ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.