Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστι παροιμία, ὡς ὁ Σώφρων μέν, ῾Ἠπιόλης,᾿ ἔφη, ῾ὁ τὸν πατέρα πνίγων.᾿ καὶ ἀλλαχόθι πού φησιν, ῾ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν: τορύναν ἔξεσεν: κύμινον ἔπρισεν.᾿ καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες: σχεδόν τε πάσας ἐκ τῶν δραμάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.