Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τό, ῾Δελφοί, παιδίον ὑμῶν ἁ κύων φέρει.᾿ καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, ῾ἐνθάδε ὦν κἠγὼ παῤ ὕμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλόον δοκάζων πόντιον: ἀρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι:᾿ ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ̓ ἰχθύων, ῾σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.᾿ καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.