Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος, διῃρημένον καὶ συγκρουόμενον ἐπίτηδες, εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν. ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφορα ἦν, διαιρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ ῾πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν.᾿ εἰ δὲ συναλείψας εἴποις ῾καλά ᾿στιν,᾿ δυσφωνότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.