Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσοκράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτά, καὶ οἱ ἀπ̓ αὐτοῦ, ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν [p. 104] καὶ παντάπασι: δεῖ δὲ οὔτε ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς ἔτυχε: διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν: οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων: λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ τῆς συγκρούσεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.