Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ Αἴας δ̓ ὁ μέγας αἰὲν ἐφ̓ Ἕκτορι χαλκοκορυστῇ. ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερβολὴ δ̓ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος: λειότης γὰρ καὶ τὸ εὐήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν, ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ, ῾ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν.᾿ ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ̓ ἄν τις εἶπεν, ὅτι ῾ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν,᾿ ἀφῄρητο δ̓ αὐτοῦ τὴν μεγαλοπρέπειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.