Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δεῖ μέντοι λογίζεσθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιησόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοιοῦτον κῶλον, ῾τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούντων:᾿ οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παραλαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους, ἐπειδὴ μικτός τίς ἐστι καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.