Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προκαταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ ἕπεσθαι. παράδειγμα δ̓ αὐτῶν τὸ Θουκυδίδειον τόδε, ῾ηρξατο δε το κακον εξ Αιθιοπιας.᾿ τί ποτ̓ οὖν Ἀριστοτέλης οὕτω διετάξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ εὐθὺς εἶναι καὶ τέλος, [p. 90] τοῦτο δ̓ ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προλεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ καταλείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημονεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.