Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γελοῖος δ̓ ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρημένων χαρακτήρων ἐναντίων, πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν καταμεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν, ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμηνεία δ̓ ἑκάστῳ πρέπουσα γένοιτ̓ ἂν τοιάδε τις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.