Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ̓ ἐνίοτε ὑπ̓ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαίρειν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα, ἢ οἷον ὅτι ἔφορος ἐν Λακεδαίμονι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως σφαιρίσαντα ἐμαστίγωσεν: τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν, ὡς οἱ τὰ μικρὰ πονηρὰ ἔθη ἐῶντες ὁδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσιν, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομήμασιν χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροιμίαν ἐποίσομεν, ῾ἀρχὴ δέ τοι ἥμισυ παντός,᾿ ὡς ἐοικυῖαν τούτῳ τῷ σμικρῷ κακῷ, ἢ καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.