Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος: οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις: γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι, καὶ καταλήγοντος τοῦ μέτρου ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο. οὔτε δὴ τὸ μῆκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι γίνοιτ̓ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε ῾ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς.᾿ κατακεκομμένη γὰρ ἔοικεν ἡ σύνθεσις καὶ κεκερματισμένη, καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμπαντα ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.