Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλικὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς ῾μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν.᾿ σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἁπλοῦν τέλος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.