Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη, μήτ̓ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ τοιάδε, ῾Δαρείου καὶ Παρυσάτιδος γίγνονταἰ μέχρι τοῦ ῾νεώτερος δὲ Κῦρος.᾿ ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.