previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] ὅταν γὰρ ψηφίσησθε ἀνδριάντα τινί: ῥᾳδίως δὲ ὑμῖν ἔπεισι τοῦτο νῦν ὡς ἂν ἄφθονον ὑπάρχον: ἐκεῖνο μὲν οὐκ ἂν αἰτιασαίμην, τὸ χρόνον τινὰ καὶ διατριβὴν προσεῖναι: τοὐναντίον γὰρ εὐθὺς ἕστηκεν ὃν ἂν εἴπητε, μᾶλλον δὲ καὶ πρότερον ψηφίσασθαι: συμβαίνει δὲ πρᾶγμα ἀτοπώτατον: γὰρ στρατηγὸς ὃν ἂν αὐτῷ φανῇ τῶν ἀνακειμένων τούτων ἀνδριάντων ἀποδείκνυσιν: εἶτα τῆς μὲν πρότερον οὔσης ἐπιγραφῆς ἀναιρεθείσης, ἑτέρου δ᾽ ὀνόματος ἐγχαραχθέντος, πέρας ἔχει τὸ τῆς τιμῆς, καὶ λοιπὸν τέτευχε τῆς εἰκόνος δόξας ὑμῖν ἄξιος, πάνυ ῥᾳδίως οἶμαι καὶ λυσιτελῶς οὑτωσὶ σκοπουμένοις ὥστε θαυμαστὴν εἶναι τὴν εὐπορίαν καὶ τὸ πρᾶγμα εὐχῆς ἄξιον, εἰ μόνοις ὑμῖν ἔστιν ὃν ἂν βούλήσθε ἱστάναι χαλκοῦν δίχα ἀναλώματος καὶ μηδεμίαν δραχμὴν μήτε ὑμῶν καταβαλόντων μήτε τῶν τιμωμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: