Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
δέ, εἰ μὴ δοκεῖ φυλακῆς ὑμῖν ἄξιον, ἀφείσθω. καίτοι καὶ
τὴν ἀσέβειαν εὕροι τις ἂν ἴσως τῷ τοιούτῳ προσοῦσαν: λέγω δὲ
οὐ περὶ ὑμῶν οὐδὲ περὶ τῆς πόλεως: οὔτε γὰρ ὑμῖν ποτε ἔδοξεν
οὔτε δημοσίᾳ γέγονεν: ἀλλ᾽ αὐτὸ σκοπῶν κατ᾽ ἰδίαν τὸ πρᾶγμα.
τὰ γὰρ περὶ τοὺς κατοιχομένους γιγνόμενα οὐκ ὀρθῶς ἀσεβήματα
κέκληται καὶ τῆς προσηγορίας ταύτης τυγχάνει παρὰ τοῖς νόμοις,
εἰς οὓς ἄν ποτε ᾖ. τὸ δ᾽ εἰς ἄνδρας ἀγαθοὺς καὶ τῆς πόλεως
εὐεργέτας ὑβρίζειν καὶ τὰς τιμὰς αὐτῶν καταλύειν καὶ τὴν μνήμην
ἀναιρεῖν ἐγὼ μὲν οὐχ ὁρῶ πῶς ἂν ἄλλως ὀνομάζοιτο: ἐπεὶ καὶ τοὺς
ζῶντας εὐεργέτας οἱ ἀδικοῦντες οὐκ ἂν εὐλόγως εἶεν ἀπηλλαγμένοι
τοῦδε τοῦ ὀνείδους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.