Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
παντὶ πλέον ἔχουσιν. καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν,
εἰ κατ᾽ ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡσμήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί,
οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας
προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας:
[p. 205]
ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν: πολλάκις δὲ καὶ
μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον: οὐ γὰρ δὴ ναυαγῷ τις δώσει
ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς ἢ τὸ τῆς θυγατρὸς οὔτε
πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα ἢ χιτώνων, μυρία
ἔχοντες, ἀλλ᾽ οὐδὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.