Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
οὔκουν ῥᾴδιον, ἔφη, ἄλλως: ὅρα γὰρ ὡς ἄγρια καὶ σκληρὰ τῆς
νήσου τὰ πρὸς τὸ πέλαγος. ταῦτ᾽, εἶπεν, ἐστὶ τὰ κοῖλα τῆς Εὐβοίας
λεγόμενα, ὅπου κατενεχθεῖσα ναῦς οὐκ ἂν ἔτι σωθείη: σπανίως
δὲ σῴζονται καὶ τῶν ἀνθρώπων τινές, εἰ μὴ ἄρα, ὥσπερ
ὑμεῖς, ἐλαφροὶ παντελῶς πλέοντες. ἀλλ᾽ ἴθι καὶ μηδὲν δείσῃς.
νῦν μὲν ἐκ τῆς κακοπαθείας ἀνακτήσῃ σαυτόν: εἰς αὔριον δέ, ὅ τι
ἂν ᾖ δυνατόν, ἐπιμελησόμεθα ὅπως σωθῇς, ἐπειδή σε ἔγνωμεν
ἅπαξ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.