Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
χάριν, ἔργῳ τὰ μέγιστα εὖ παθών. εἰμὶ δέ, ἔφη, πολίτης, ὡς ἴστε,
καὶ ὅδε, δείξας τὸν παρακαθήμενον, καὶ ὃς ἐπανέστη: ἐτύχομεν δὲ
πλέοντες ἐν τῇ Σωκλέους νηὶ τρίτον ἔτος. καὶ διαφθαρείσης τῆσνεὼς περὶ τὸν Καφηρέα παντελῶς ὀλίγοι τινὲς ἐσώθημεν ἀπὸ πολλῶν.
τοὺς μὲν οὖν πορφυρεῖς ἀνέλαβον: εἶχον γὰρ αὐτῶν τινες
ἀργύριον ἐν φασκωλίοις. ἡμεῖς δὲ γυμνοὶ παντελῶς ἐκπεσόντες
δἰ ἀτραποῦ τινος ἐβαδίζομεν, ἐλπίζοντες εὑρήσειν σκέπην τινὰ
ποιμένων ἢ βουκόλων, κινδυνεύοντες ὑπὸ λιμοῦ τε καὶ δίψους διαφθαρῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.