Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
κἀγὼ ἀνένευσα. ὁ δὲ ὄχλος ἐγέλασεν, ὡς εἶδε. καὶ ὁ
λέγων ἐκεῖνος ὠργίσθη ἐπὶ τῷ γέλωτι καί μοι ἐλοιδορεῖτο. ἔπειτα
ἐπιστρέψας, Εἰ οὖν, ἔφη, δοκεῖ ταῦτα οὕτως, οὐκ ἂν φθάνοιμεν
ἅπαντες τὰ κοινὰ διαρπάσαντες, οἱ μὲν τὰ χρήματα τῆς πόλεως,
ὥσπερ ἀμέλει καὶ νῦν ποιοῦσί τινες, οἱ δὲ τὴν χώραν κατανειμάμενοι
μὴ πείσαντες ὑμᾶς, ἐὰν ἐπιτρέψητε τοῖς θηρίοις τούτοις
προῖκα ἔχειν πλέον ἢ χίλια πλέθρα γῆς τῆς ἀρίστης, ὅθεν ὑμῖν
ἔστι τρεῖς χοίνικας Ἀττικὰς σίτου λαμβάνειν κατ᾽ ἄνδρα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.