Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[114]
φέρε οὖν μνησθῶμεν ἀφ᾽ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυἀκριβῶς ἕκαστα φράζοντες, ἀλλ᾽ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ
ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν
κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων,
οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς
αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων,ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ
τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα
ἢ παιδαγωγήσῃ: μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε
ἰέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.