previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ἀλαζονείας τότε λέγειν φαίνεται; πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα κελεύοντα εὐλαβηθῆναι καὶ μὴ διαβαίνειν τὴν τάφρον, ἅμα μὲν τὸ πρᾶγμα ἐπιδεικνύντα ὡς ἐπικίνδυνον, ἅμα δὲ τὸν οἰωνὸν τὸν γενόμενον αὐτοῖς: ἄλλως μὲν γὰρ οὐδένα ᾤετο ἀνέξεσθαι αὐτοῦ λέγοντος, σὺν δὲ τῷ οἰωνῷ τάχ̓ ἂν πεῖσαι τὸν Ἕκτορα: τὸν Νέστορα τοὺς περὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα λοιδορουμένους παύοντα τῆς ὀργῆς καὶ προλέγοντα φανερῶς τὰ συμβησόμενα αὐτοῖς ἀπὸ τῆς στάσεως, ὕστερον δὲ ἐπιπλήττοντα τῷ Ἀγαμέμνονι ὡς ἁμαρτόντι καὶ ἀναγκάζοντα δεῖσθαι τοῦ Ἀχιλλέως: τὸν Ὀδυσσέα ἐπανορθούμενον τὸ ἁμάρτημα τοῦ Ἀγαμέμνονος, δἰ οὗ πεῖραν βουλόμενος λαβεῖν τοῦ στρατοῦ, πῶς φέροιεν τὴν τοῦ πολέμου τριβήν, ὀλίγου φυγεῖν αὐτοὺς ἐποίησεν: οὐ περὶ φρονήσεως καὶ στρατηγίας καὶ μαντικῆς, πρὸς δὲ τούτοις καιροῦ καὶ ἀκαιρίας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: