previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49] μᾶλλον δὲ δόξαν κενήν. οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δ᾽ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος: ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις , τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: