ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μηδὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν,
ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε
τεθνᾶσιν:
καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ
ἀλλ᾽ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ
χειμαζόμενοι,