Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[96]
εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων. ὁ δὲ ζῶντι μὲν
ἐφθόνει μόνον, τελευτήσαντος δὲ πρᾶγμα πάντων ἀνοητότατον καὶ
ἀσεβέστατον ἐποίει: τὸν γὰρ ἀνδριάντα αὐτοῦ τὸν ἑστῶτα ἐν μέσῃ
τῇ πόλει νύκτωρ ἐμαστίγου. τοιγαροῦν εἴτε ἀπὸ τύχης εἴτε δαιμονίου
τινὸς νεμεσήσαντος αὐτῷ κινηθείς ποτε ἐκ τῆς βάσεως ἠκολούθησεν
ἅμα τῇ μάστιγι καὶ κτείνει τὸν ἄνδρα. νόμου δὲ ὄντος
καταποντίζειν κρίναντας, ἐάν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ
τινά, οἱ τοῦ τεθνεῶτος προσήκοντες αἱροῦσι δίκῃ τὸν ἀνδριάντα
καὶ κατεπόντωσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.